1 Ὅτε ἐξῆλθεν ὁ Ἰσραήλ ἐξ Αἰγύπτου, ὁ οἶκος τοῦ Ἰακὼβ ἐκ λαοῦ βαρβάρου,
2 Ὁ Ἰούδας ἔγεινεν ἅγιος αὐτοῦ, ὁ Ἰσραήλ δεσποτεία αὐτοῦ.
3 Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
4 τὰ ὄρη ἐσκίρτησαν ὡς κριοί, οἱ λόφοι ὡς ἀρνία.
5 Τί σοὶ συνέβη, θάλασσα, ὅτι ἔφυγες; καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
6 τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡς κριοί; καὶ οἱ λόφοι, ὡς ἀρνία;
7 Τρέμε, γῆ, ἀπὸ προσώπου τοῦ Κυρίου, ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Ἰακώβ·
8 ὅστις μετέβαλε τὴν πέτραν εἰς λίμνας ὑδάτων, τὸν σκληρὸν βράχον εἰς πηγὰς ὑδάτων. |